Add parallel Print Page Options

17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι [a]καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ [b]σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς [c]ὀλίγως [d]ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ [e]καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ [f]κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν [g]ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 [h]συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς [i]κυλισμὸν βορβόρου.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 2:17 καὶ ὁμίχλαι WH Treg NIV] νεφέλαι RP
  2. ΠΕΤΡΟΥ Β΄ 2:17 σκότους WH Treg NIV] + εἰς αἰῶνα RP
  3. ΠΕΤΡΟΥ Β΄ 2:18 ὀλίγως WH Treg NIV] ὄντως RP
  4. ΠΕΤΡΟΥ Β΄ 2:18 ἀποφεύγοντας WH Treg NIV] ἀποφυγόντας RP
  5. ΠΕΤΡΟΥ Β΄ 2:19 καὶ Treg RP] – WH NIV
  6. ΠΕΤΡΟΥ Β΄ 2:20 κυρίου WH Treg RP] + ἡμῶν NIV
  7. ΠΕΤΡΟΥ Β΄ 2:21 ὑποστρέψαι WH Treg NIV] ἐπιστρέψαι RP
  8. ΠΕΤΡΟΥ Β΄ 2:22 συμβέβηκεν WH Treg NIV] + δὲ RP
  9. ΠΕΤΡΟΥ Β΄ 2:22 κυλισμὸν WH Treg NIV] κύλισμα RP